Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.367 Joseph. AJ 12.372 (English) >>Joseph. AJ 12.377

12.370 δὲ βασιλεὺς ὁρμήσας ἀπὸ τῆς Βεθσούρας ἤγαγε τὴν δύναμιν ἐπὶ τὰ στενὰ καὶ τὸ τοῦ Ἰούδα στρατόπεδον, ἅμʼ ἡμέρᾳ δὲ πρὸς μάχην διέτασσε τὴν στρατιάν. 12.371τοὺς μὲν οὖν ἐλέφαντας ἐποίησεν ἀλλήλοις ἕπεσθαι διὰ τὴν στενοχωρίαν οὐ δυναμένων αὐτῶν ἐπὶ πλάτος τετάχθαι, εἰς δὲ κύκλον ἐλέφαντος ἑκάστου συμπροῇσαν πεζοὶ μὲν χίλιοι, ἱππεῖς δὲ πεντακόσιοι· ἔφερον δὲ οἱ ἐλέφαντες πύργους τε ὑψηλοὺς καὶ τοξότας· τὴν δὲ λοιπὴν δύναμιν ἑκατέρωθεν ἐποίησεν ἀναβαίνειν ἐπὶ τὰ ὄρη φίλους αὐτῆς προτάξας. 12.372κελεύσας δὲ ἀλαλάξαι τὴν στρατιὰν προσβάλλει τοῖς πολεμίοις, γυμνώσας τάς τε χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ὥστε αὐγὴν ἀπʼ αὐτῶν ἀφίεσθαι λαμπράν· συνεπήχει δὲ τὰ ὄρη κεκραγότων αὐτῶν. ταῦτα ὁρῶν Ἰούδας οὐ κατεπλάγη, δεξάμενος δὲ γενναίως τοὺς πολεμίους τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. 12.373Ἐλεάζαρος δʼ ἀδελφὸς αὐτοῦ, ὃν Αὐρὸν ἐκάλουν, ἰδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων ὡπλισμένον θώραξι βασιλικοῖς καὶ νομίζων ἐπʼ αὐτοῦ τὸν βασιλέα εἶναι παρεβάλετο σφόδρα εὐκαρδίως ἐπʼ αὐτὸν ὁρμήσας, καὶ πολλοὺς μὲν τῶν περὶ τὸν ἐλέφαντα κτείνας τοὺς ἄλλους διεσκέδασεν, ὑποδὺς δὲ ὑπὸ τὴν γαστέρα καὶ πλήξας ἀπέκτεινε τὸν ἐλέφαντα. 12.374 δʼ ἐπικατενεχθεὶς τῷ Ἐλεαζάρῳ διαφθείρει τὸν ἄνδρα ὑπὸ τοῦ βάρους. καὶ οὗτος μὲν εὐψύχως πολλοὺς τῶν ἐχθρῶν ἀπολέσας τῷ τρόπῳ τούτῳ τὸν βίον κατέστρεψεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.367 Joseph. AJ 12.372 (English) >>Joseph. AJ 12.377

Powered by PhiloLogic